Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.9 Joseph. AJ 7.14 (English) >>Joseph. AJ 7.17

7.12τοῦ δʼ Ἀβεννήρου φήσαντος πρὸς αὐτὸν βούλεσθαι μαθεῖν, πότερος αὐτῶν ἀνδρειοτέρους στρατιώτας ἔχει, συντίθεται παρʼ ἀμφοτέρων δυοκαίδεκα μαχησομένους συμβαλεῖν. προελθόντες τοίνυν εἰς τὸ μεταξὺ τῶν παρατάξεων οἱ πρὸς τὴν μάχην ὑφʼ ἑκατέρων τῶν στρατηγῶν ἐξειλεγμένοι καὶ τὰς αἰχμὰς ἐπʼ ἀλλήλους ἀφέντες σπῶνται τὰς μαχαίρας καὶ τῶν κεφαλῶν ἐλλαμβανόμενοι κατέχοντες αὑτοὺς ἔπαιον εἰς τὰς πλευρὰς καὶ τὰς λαγόνας ἀλλήλους ταῖς ῥομφαίαις, ἕως οὗ πάντες ὥσπερ ἐκ συνθήματος ἀπώλοντο. 7.13πεσόντων δὲ τούτων συνέρρηξε καὶ λοιπὴ στρατιά, καὶ καρτερᾶς τῆς μάχης γενομένης ἡττήθησαν οἱ τοῦ Ἀβεννήρου· καὶ τραπέντας οὐκ ἀνίει διώκων Ἰώαβος, ἀλλʼ αὐτός τε ἐπέκειτο παρακελευόμενος τοὺς ὁπλίτας ἐκ ποδὸς ἕπεσθαι καὶ μὴ κάμνειν ἀναιροῦντας, 7.14οἵ τε ἀδελφοὶ προθύμως ἠγωνίσαντο, καὶ διαφανέστερος τῶν ἄλλων μάλιστα νεώτερος Ἀσάηλος, ὃς ἐπὶ ποδῶν ὠκύτητι κλέος εἶχεν· οὐ γὰρ ἀνθρώπους ἐνίκα μόνον, ἀλλὰ καὶ ἵππῳ καταστάντα εἰς ἅμιλλαν λέγουσι παραδραμεῖν, καὶ τὸν Ἀβεννῆρον ἐδίωκεν ὑπὸ ῥύμης καὶ τῆς ἐπʼ ὀρθὸν φορᾶς εἰς οὐδέτερον ἐγκλιθεὶς τῶν μερῶν. 7.15ἐπιστραφέντος δὲ τοῦ Ἀβεννήρου καὶ κατασοφίζεσθαι τὴν ὁρμὴν αὐτοῦ πειρωμένου καὶ ποτὲ μὲν εἰπόντος ἑνὸς τῶν αὐτοῦ στρατιωτῶν ἀφέμενος τῆς διώξεως ἀφελέσθαι τὴν πανοπλίαν, πάλιν δʼ ὡς οὐκ ἔπειθε τοῦτο ποιεῖν κατασχεῖν αὑτὸν καὶ μὴ διώκειν παραινοῦντος, μὴ κτείνας αὐτὸν ἀπολέσῃ τὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ παρρησίαν, οὐ προσιέμενον δὲ τοὺς λόγους, ἀλλʼ ἐπιμείναντα τὴν δίωξιν φεύγων ὡς εἶχε τὸ δόρυ πλήξας εἰς τοὐπίσω καιρίως παραχρῆμʼ ἀπέκτεινεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.9 Joseph. AJ 7.14 (English) >>Joseph. AJ 7.17

Powered by PhiloLogic